PROCESIUNEA CU STÂLPĂRI ÎN BETFAGHE (PHOTO, VIDEO, gr)

Τό Σάββατον τοῦ Λαζάρου ἑσπέρας, 14ην / 27ην Ἀπριλίου 2013, παραμονήν τῆς Κυριακῆς τῶν Βαΐων, οἱ Ἁγιοταφῖται Πατέρες ἀνῆλθον πεζῇ ἤ δι’ ὀχημάτων εἰς τὴν Βησθφαγῆν, περιοχὴν μεταξὺ Βηθανίας καὶ Ὄρους Ἐλαιῶν.

Ἐνταῦθα εἰς τὸ Προσκύνημα, εἰς τὸ ὁποῖον ὁ μακαριστὸς Κύπριος Ἁγιοταφίτης Ἀρχιεπίσκοπος Τιβεριάδος κ. Γρηγόριος ἀνήγειρε παρεκκλήσιον τῆς Βησθφαγῆς καί Ἱερὰν Μονήν, προσελθῶν ὁ Μακαριώτατος Πατὴρ ἡμῶν καὶ Πατριάρχης Ἱεροσολύμων κ.κ. Θεόφιλος ηὐλόγησε τὰ βάϊα, ἀκολούθως δὲ ἀνέθεσεν εἰς τὸν Σεβασμιώτατον Ἀρχιεπίσκοπον Λύδδης κ. Δημήτριον, ὅπως προεξάρξῃ τῆς ἐπισήμου πομπῆς διὰ τῆς Γεθσημανῆς εἰς τὴν Πύλην τῶν Λεόντων μετὰ ψαλμῳδίας τῶν ἀναστασίμων ὕμνων τῆς ἑορτῆς καὶ συμμετοχῆς πολλῶν προσκυνητῶν εἰς ἀνάμνησιν τῆς ἐπὶ πῶλον ὄνου καθόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς θριαμβευτικῆς Αὐτοῦ εἰσόδου εἰς τὰ Ἱεροσόλυμα, ὅτε οἱ παῖδες τῶν Ἑβραίων ἔκραζον Αὐτῷ τὸ «Ὠσσανᾶ τῷ υἱῷ Δαυίδ».

Ἡ Ἀρχιερατικὴ προσκυνηματικὴ πορεία κατέληξεν εἰς τὴν παρὰ τὴν Πύλην τῶν Λεόντων Ἱερὰν Μονὴν τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, ἔνθα καὶ ἀπελύθη.

Ἐκ τῆς Ἀρχιγραμματείας.